Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.296 Joseph. AJ 3.301 (English) >>Joseph. AJ 3.306

3.299ἔσται.” ἅμα ταῦτʼ ἔλεγε καὶ πίμπλαται τὸ στρατόπεδον ὀρτύγων ἅπαν καὶ ἤθροιζον αὐτοὺς περιστάντες. μέντοι θεὸς οὐκ εἰς μακρὰν μετέρχεται τοὺς Ἑβραίους τῆς εἰς αὐτὸν θρασύτητος καὶ λοιδορίας· ἀπέθανε γὰρ οὐκ ὀλίγον πλῆθος αὐτῶν, καὶ νῦν ἔτι κατʼ ἐπωνυμίαν χῶρος ὀνομάζεται Καβρωθαβά, ἐπιθυμίας μνημεῖα λέγοιτο ἄν. 3.300

Ἀναγαγὼν δὲ αὐτοὺς ἐκεῖθεν Μωυσῆς εἰς τὴν καλουμένην Φάραγγα πλησίον οὖσαν τοῖς Χαναναίων ὁρίοις καὶ χαλεπὴν ἐνδιαιτᾶσθαι εἰς ἐκκλησίαν ἀθροίζει τὸ πλῆθος καὶ καταστάς, “δύο, φησί, τοῦ θεοῦ κρίναντος ἡμῖν παρασχεῖν ἀγαθά, ἐλευθερίαν καὶ γῆς κτῆσιν εὐδαίμονος, τὴν μὲν ἤδη δόντος ἔχετε, τὴν δὲ ἤδη λήψεσθε. 3.301Χαναναίων γὰρ ἐπὶ τοῖς ὅροις καθήμεθα, καὶ κωλύσει τὸ λοιπὸν ἐπιόντας οὐ μόνον οὐ βασιλεὺς οὐ πόλις ἡμᾶς, ἀλλʼ οὐδὲ τὸ πᾶν ἀθροισθέντων ἔθνος. παρασκευαζώμεθα οὖν πρὸς τὸ ἔργον· οὐ γὰρ ἀμαχητὶ παραχωρήσουσιν ἡμῖν τῆς γῆς, ἀλλὰ μεγάλοις αὐτὴν ἀγῶσιν ἀφαιρεθέντες. 3.302πέμψωμεν δὲ κατασκόπους, οἳ τῆσδε τῆς γῆς ἀρετὴν κατανοήσουσι καὶ πόση δύναμις αὐτοῖς. πρὸ δὲ πάντων ὁμονοῶμεν καὶ τὸν θεόν, ὅς ἐστιν ἐπὶ πᾶσιν ἡμῖν βοηθὸς καὶ σύμμαχος, διὰ τιμῆς ἔχωμεν.” 3.303

Μωυσέος δὲ ταῦτʼ εἰπόντος τὸ πλῆθος αὐτὸν τιμαῖς ἀμείβεται, καὶ κατασκόπους αἱρεῖται δώδεκα τῶν γνωριμωτάτων ἐξ ἑκάστης φυλῆς ἕνα, οἳ διεξελθόντες ἀπὸ τῶν πρὸς Αἰγύπτῳ τὴν Χαναναίαν ἅπασαν ἐπί τε Ἀμάθην πόλιν καὶ Λίβανον ἀφικνοῦνται τὸ ὄρος, καὶ τήν τε τῆς γῆς φύσιν καὶ τὴν τῶν ἐνοικούντων ἀνθρώπων ἐξιστορήσαντες παρῆσαν τεσσαράκοντα ἡμέραις εἰς πᾶν καταχρησάμενοι τὸ ἔργον,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.296 Joseph. AJ 3.301 (English) >>Joseph. AJ 3.306

Powered by PhiloLogic